Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.7.1 Hdt. 5.9.3 (English) >>Hdt. 5.11.2

5.9.1 τὸ δὲ πρὸς βορέω τῆς χώρης ἔτι ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκὲς οἵτινες εἰσὶ ἄνθρωποι οἰκέοντες αὐτήν, ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος. μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας, ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ· 5.9.2 τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν, μικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν, ζευγνυμένους δὲ ὑπʼ ἅρματα εἶναι ὀξυτάτους· ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους. κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ. 5.9.3 εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι. ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι, γένοιτο δʼ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ. Σιγύννας δʼ ὦν καλέουσι Λίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους, Κύπριοι δὲ τὰ δόρατα.

ch. 10 5.10.1 ὡς δὲ Θρήικες λέγουσι, μέλισσαι κατέχουσι τὰ πέρην τοῦ Ἴστρου, καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προσωτέρω. ἐμοὶ μέν νυν ταῦτα λέγοντες δοκέουσι λέγειν οὐκ οἰκότα· τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύσριγα· ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα. ταῦτα μέν νυν τῆς χώρης ταύτης πέρι λέγεται· τὰ παραθαλάσσια δʼ ὦν αὐτῆς Μεγάβαζος Περσέων κατήκοα ἐποίεε.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.7.1 Hdt. 5.9.3 (English) >>Hdt. 5.11.2

Powered by PhiloLogic